Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 3.49.2 Hdt. 3.51.2 (English) >>Hdt. 3.52.3

3.50.3ἆρα ἴστε, παῖδες, ὃς ὑμέων τὴν μητέρα ἀπέκτεινε;” τοῦτο τὸ ἔπος μὲν πρεσβύτερος αὐτῶν ἐν οὐδενὶ λόγῳ ἐποιήσατο· δὲ νεώτερος, τῷ οὔνομα ἦν Λυκόφρων, ἤλγησε ἀκούσας οὕτω ὥστε ἀπικόμενος ἐς τὴν Κόρινθον ἅτε φονέα τῆς μητρὸς τὸν πατέρα οὔτε προσεῖπε, διαλεγομένῳ τε οὔτε προσδιελέγετο ἱστορέοντί τε λόγον οὐδένα ἐδίδου. τέλος δέ μιν περιθύμως ἔχων Περίανδρος ἐξελαύνει ἐκ τῶν οἰκίων.

ch. 51 3.51.1 ἐξελάσας δὲ τοῦτον ἱστόρεε τὸν πρεσβύτερον τά σφι μητροπάτωρ διελέχθη. δέ οἱ ἀπηγέετο ὡς σφέας φιλοφρόνως ἐδέξατο· ἐκείνου δὲ τοῦ ἔπεος τό σφι Προκλέης ἀποστέλλων εἶπε, ἅτε οὐ νόῳ λαβών, οὐκ ἐμέμνητο. Περίανδρος δὲ οὐδεμίαν μηχανὴν ἔφη εἶναι μὴ οὔ σφι ἐκεῖνον ὑποθέσθαι τι, ἐλιπάρεέ τε ἱστορέων· δὲ ἀναμνησθεὶς εἶπε καὶ τοῦτο. 3.51.2 Περίανδρος δὲ νόῳ λαβὼν καὶ τοῦτο noteκαὶ μαλακὸν ἐνδιδόναι βουλόμενος οὐδέν, τῇ ἐξελασθεὶς ὑπʼ αὐτοῦ παῖς δίαιταν ἐποιέετο, ἐς τούτους πέμπων ἄγγελον ἀπηγόρευε μή μιν δέκεσθαι οἰκίοισι. 3.51.3 δὲ ὅκως ἀπελαυνόμενος ἔλθοι ἐς ἄλλην οἰκίην, ἀπηλαύνετʼ ἂν καὶ ἀπὸ ταύτης, ἀπειλέοντός τε τοῦ Περιάνδρου τοῖσι δεξαμένοισι καὶ ἐξέργειν κελεύοντος· ἀπελαυνόμενος δʼ ἂν ἤιε ἐπʼ ἑτέρην τῶν ἑταίρων· οἱ δὲ ἅτε Περιάνδρου ἐόντα παῖδα καίπερ δειμαίνοντες ὅμως ἐδέκοντο.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 3.49.2 Hdt. 3.51.2 (English) >>Hdt. 3.52.3

Powered by PhiloLogic